Ancient Greek
P.Col. Zen. 2 81
Documentary Papyri, P.Col. Zen. 4 81
Not analysed yet
Σ Ἀπολλώνιος τῶι ἀδελφῶι χαίρειν. ἀπέστειλα Μηνόδωρον κομίζοντά σοι ἐπιστολὴν ὅσα ἐστὶν κεράμια ἐν τοῖς Σωστράτου. μετὰ ταῦτα ηὕρομεν δύο αὐτοῦ ἐν ἐρήμωι τινὶ οἰκηματίωι. ὡς ἔχει οὐθὲν διαπεφωνηκὸς ἐξ αὐτῶν. ὑπογέγραφα δέ σοι καὶ νῦν ὅσα ἐστὶν ἐν ταῖς καμίνοις. ἐν τῆι προστάδι ἐν τῆι γωνίαι α. ἕτερα ἐπὶ τὸ αὐτὸ κείμενα ἡμίχια ζ, κεράμια γ. ἐχόμενοι βανωτοὶ ϛ. τὰ τῆς Αἰγυπτίας ια. ἐν τῆι πρώτηι καμίνωι εἰσπορευομένων ἐναρίστερα ἐν τῆι γωνίαι ια. ἐσώτερον ἐνδέξια ιη. ἐναρίστερα η. ἐν τῆι δευτέραι κδ, Χῖον α. ἐν τῆι ἐσωτάτηι κεράμια η, ὄξους ε, Χῖον α. ἐν τῶι προσταδίωι Χῖα ε. ἔρρωσο. Χίλων δʼ οὐκ ἔφη δύνασθαι πρὸς σὲ ἥξειν. τὸ γὰρ παιδίον αὐτοῦ περὶ αὐτὰ ἔφη εἶναι. ἄλλον δʼ ὃν βούλει ἀποστελῶ σοι. Ζήνωνι