Ancient Greek
P.Col. Zen. 2 86
Documentary Papyri, P.Col. Zen. 4 86
Not analysed yet
ὑπόμνημα Εὐκλεῖ παρὰ Ὥρου καὶ Πάσιτος τὴν Κυνοπολῖτιν γῆν τὴν παρακομισθεῖσαν ἡμῖν πρότερον, μείξαντες αὐτὴν τῆς ἐκ Κερκέους γῆς, κατειργάσμεθα ἤδη πᾶσαν. ἀλλὰ νυνὶ ἀλλὴ ἥκει γῆ Κυνοπολῖτις εἰς ἡμᾶς. δεήσει μεῖξαι πάλιν ταύτην τῆς ἐκ Κερκέους γῆς. ἐντυγχάνομέν σοι συντάξαι ἐπενεχθῆναι ἐκ Κερκέους γῆν ὅπως πᾶσαν τὴν γῆν ἐργασώμεθα. εὐτύχει.