Ancient Greek
P.Col. Zen. 2 87
Documentary Papyri, P.Col. Zen. 4 87
Not analysed yet
Εὐκλεῖ. τὸν σιτικὸν λόγον τῆς μισθώσεως τοῦ γ ἔτους συνθέντες ἐκ τοῦ κουφισμοῦ κατὰ τὴν γενομένην ἐν Μέμφει σύνκρισιν εὑρίσκομεν ὑπερμετρουμένας εἰς πυρὸν ἀρτάβας το… Δυλ καὶ τὸ λοιπὸν τῆς τιμῆς τῆς ασ…μ…του ὑπάρχον ἐπὶ τῆι τραπέζηι …ρ…της τιμῆς τῶν Β τῶν μεμετρημένων, τὸ πᾶν χαλκοῦ φ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κατʼ ἄνδρα τὸ αὐτὸ ἀληθῶς ὑπάρχον. ὀφείλοντος γὰρ Ἀριστάνδρου πρότερον ἐκ τῆς γεωμετρίας εἰς πυρὸν ψν, νυνὶ ὑπερμετρεῖ ἐκ τοῦ κουφισμοῦ ἀρτάβας χ. διόπερ καλῶς ποιήσεις μάλιστα μὲν ἀποστείλας Ἡρακλείδην τὸν γεωργόν, ἐάνπερ εὐκαιρῆι, εἰ δὲ μή γε, ἐντειλάσθω Ἡρακλείδηι τῶι σιτολόγωι ἢ Χαιριγένην ἀποστειλάτω ὅπως ἐὰν ἦι ἐν δυνατῶι παραιτήσηται ἁς …ο παρὸν τ…υ…η τὸν κατʼ ἄνδρα διαλογισμὸν θέσθαι ἡμᾶς ὅπως μὴ τὸ μὲν παρὰ τῶν γεωργῶν …τὴν ὑπερμετρουμένην δῶσιν ἐν γενήματι β ἔτους ἀρεστόν. ἐὰν τεθῆι ὁ λόγος ἔτι διαφόρας διδοὺς δυσχερές. ἱεροῖς γὰρ γραμματεῦσι τούτοις τε καὶ τοῖς περὶ Ἀλέξανδρον οὐ συνήντηκα. μάλιστα μὲν γὰρ ἔδει μεθʼ ὑμῶν ἐκεῖ συντεθῆναι τοὺς σιτικοὺς λόγους ὅπως ἐάν τι βέλτιον δοκιμάζητε οὕτως ποιῶμεν. ἀλλὰ τοὺς Σύρους παῖδας οὓς γράφετε ἐν τῶι ἀπολογισμῶι τῶν σωμάτων τοὺς μέν πρὸς τοῖς ἀμπελικοῖς εἶναι, τοὺς δὲ πρὸς τῆι γεωργίαι, οὐκ οἶμαι σὲ ἀγνοεῖν διότι ἀπηγμένοι εἰσί …