Ancient Greek
P.Coll.Youtie 1 17
Documentary Papyri, P.Coll.Youtie 1 17
Not analysed yet
Διογένης Διονυσίῳ χαίρειν· καλῶς ποιήσεις περὶ οὗ σε ἠξίωσα ἐν τῆι Θεογένους περὶ τῶν δύο πορείων, ὧν ὀνηλάτης Πᾶσις, γράψαι Ὀρσενούφει ἵνα …η…ρης… εἰς τὸν στέφανον. δὸς δὲ τὸ ἐπιστόλιον αὐτῷ τῷ ὀνηλάτηι ἵνα ἀποδῶι τῷ Ὀρσενούφει, καὶ μὴ ἐν παρέργῳ. τοῦτο δὲ ποιήσας ἔσηι πλήρως κεχαρισμένος. ἔρρωσο ἔτους ιε Παχὼν κβ …ς Διογένους Διονυσίωι …γε…