Ancient Greek
P.Coll.Youtie 1 18
Documentary Papyri, P.Coll.Youtie 1 18
Not analysed yet
ἔτους κγ Καίσαρος Παχὼν ιη διαγέγραφε Παχνοῦβις Λαβόιτος ἐννομίου προβάτων ἀγελικῶν Κερκευσίρεως τοῦ αὐτοῦ τρίτου καὶ κ ἔτους ἀργυρίου δραχμὰς τριάκοντα ὀκτὼ τετρώβολον, γίνονται δραχμαὶ λη τετρώβολον, ἀριθμητικοῦ δραχμὰς τρεῖς γ τετρώβολον, γίνονται δραχμαὶ γ τετρώβολον. Κάστωρ σεσημείωμαι τὸ προκείμενον σύμβολον. ἔτους κγ Καίσαρος Παχὼν ιη. καὶ τῆι ια τοῦ Παῦνι διαγέγραφεν ὁ αὐτὸς ἄλλας ἐννομίου προβάτων ἀγελικῶν τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς τριάκοντα ὀκτὼ τετρώβολον, γίνονται δραχμαὶ λη τετρώβολον, ἀριθμητικοῦ δραχμὰς τρεῖς ὀβολοὺς δύο, γίνονται δραχμαὶ γ διώβολον.