Ancient Greek
P.Coll.Youtie 1 25
Documentary Papyri, P.Coll.Youtie 1 25
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀθυρ α διὰ τῆς Κόρακος τραπέζης πλατείας ἄντικρυς ἱεροῦ Τύχης Σαραπίων ὥς φησιν ἀπελεύθερος Ἰσιδώρου Διοσκουρίδους Σουβακήτει Πατώσεως τοῦ Πετεήσιος μητρὸς Σεβέσοκες ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος ἐτῶν λϛ οὐλὴ πήχει ὑπτίῳ χειρὸς ἀριστερᾶς μετὰ κυρίου τοῦ συνγενοῦς Μαρρείους ἀπάτορος μητρὸς Ἀρσεῖτος ἀπὸ τῆς προκιμένης κώμης ἐτῶν λε οὐλὴ ποδὶ ἀριστερῷ ἔχειν αὐτὴν Σουβακήτειν παρὰ τοῦ Σαραπίωνος ἐκ τοῦ τῶν φροντιζομένων ὑπʼ αὐτοῦ ἀφηλίκων λόγου Ἥρωνος καὶ ἑτέρου Ἥρωνος ἀμφοτέρων Ἥρωνος τοῦ Ἥρωνος χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι γίνονται δραχμαὶ ρκ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἃς καὶ ἀποδώσει αὐτοῖς μηνὶ Ἁδριανῷ τοῦ εἰσιόντος δωδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου χωρὶς ἄλλων ὧν ὀφείλει αὐτοῖς κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα τῆς πράξεως αὐτοῖς οὔσης ἔκ τε αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων