Ancient Greek
P.Coll.Youtie 1 26
Documentary Papyri, P.Coll.Youtie 1 26
Not analysed yet
Παντωνύμῳ στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ τῶν ὑπογεγραμμένων γεωργῶν· ἐπιπροσδεόμεθα σπέρματα δάνεια ἀπὸ γενήματος ιθ ἔτους εἰς κατασπορὰν τοῦ ἐνεστῶτος κ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς ἣν γεωργοῦμεν βασιλικὴν γῆν οὐκ ἔλασσον β ἀρταβῶν περὶ γραμματείαν μητροπόλεως· ἔστι δὲ τὰ ὀνόματα· υἱοὶ Πετεήσιος Παχούμιος Πετεήσιος πρεσβυτέρου καὶ Ψενπαχούμιος Ψεννήσιος Παχούμιος ἀνὰ γ ιβ ἀρούρης δ πυροῦ ἀρτάβης δ. Κολλοῦθος Παχούμιος Πετεήσιος διὰ τῶν υἱῶν ἀνὰ γ ιβ ἀρούρης δ ξδ πυροῦ ἀρτάβης δ μη. Ψεαθῦρις Πετεήσιος πρεσβυτέρου Παχούμιος διὰ τῶν κληρονόμων ἀνὰ γ ιβ ἀρούρης 𐅵η ξδ πυροῦ ἀρτάβης 𐅵η μη. Ψενανου Παχούμιος Πα… καὶ υἱοὶ Φατρῆτος ἀδελφοῦ ἀνὰ γ ιβ ἀρούρης 𐅵πυροῦ ἀρτάβης 𐅵. υἱοὶ Ἀλιταίου Πετεήσιος ἀνὰ γ ιβ ἀρούρης 𐅵η πυροῦ ἀρτάβης 𐅵η. Φατρῆς καὶ Ὀννώφριος υἱοὶ Παχούμιος Παχομβήκιος ἀνὰ γ ιβ ἀρούρης 𐅵η πυροῦ ἀρτάβης 𐅵η. υἱοὶ Σαραπᾶτος Ἡρακλῶνος ἀνὰ γ ιβ ἀρούρης δ πυροῦ ἀρτάβης δ. Παχοῦμις ὁ καὶ Ὀρσενοῦφις Ψεαθύριος ἀνὰ β ιβ ἀρούρης 𐅵πυροῦ ἀρτάβης 𐅵. Σενπῖχις Πετοσίριος τοῦ καὶ Ψενμου ἀνὰ γ ιβ ἀρούρης δ πυροῦ ἀρτάβης δ. υἱοὶ Ὀννω Σισόιτος ἀνὰ γ ιβ ἀρούρης η λβ πυροῦ ἀρτάβης η κδ. Πετεῆσις Παχο… νεώτερος καὶ Πετεησιπῶς ἀδελφὸς ἀνὰ γ ιβ ἀρούρης δ ιϛ ξδ πυροῦ ἀρτάβης γ ιβ μη. γίνονται ἐπὶ…τὸ αὐτὸ ἄρουραι ε ξδ πυροῦ ἀρτάβαι ε μη ἐφʼ ᾧ τὰς ἴσας μετρήσομεν ἐκ νέων γενημάτων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις σὺν τοῖς προσπαραγραφησομένοις πᾶσι.