Ancient Greek
P.Corn. 11
Documentary Papyri, P.Corn. 11
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ γενομένῳ στρατηγῷ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων διὰ Ἀμασειπω ἐπιτρόπου παρὰ Τούρβωνος Γεμέλλου καὶ Δείου Σαραπάμμωνος τῶν δύο. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχουσῶν σοι περὶ κώμην Φιλαδέλφειαν φοινικῶνος ὑποσπειρομένου ἐν χέρσῳ ἀρούρας πέντε καὶ τῆς γειτνιευούσης γῆς ἀμμίτιδος ἀρούρης μιᾶς, τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἓξ ἢ ὅσαι ἐὰν ὦσιν εἰς ἔτη τέσσαρα ἐν τόπῳ Πιεσανπαλ λεγομένῳ, τὸν μὲν φοινικῶνα ἀπὸ τῶν ἐπικειμένων τοῦ διεληλυθότος ιβ ἔτους ἐκπιπτόντων εἰς τὸ ἐνεστὸς ἔτος καρπῶν, τὸ δὲ ἔδαφος ἀπὸ τοῦ ἐνεστῶτος ιγ ἔτους, φόρου τοῦ παντὸς ἐπὶ μὲν τὸν πρῶτον ἐνιαυτὸν ἀργυρίου δραχμῶν ἑκατόν, ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τρία κατʼ ἔτος ἕκαστον δραχμῶν διακοσίων, τῶν δὲ ἔργων πάντων ὄντων πρὸς ἡμᾶς τοὺς μεμισθωμένους, τῶν δὲ δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν Αὐρήλιον Ἀπολλώνιον, καὶ παρέξεις δὲ ἡμῖν κατʼ ἔτος ἕκαστον.