Ancient Greek
P.Corn. 10
Documentary Papyri, P.Corn. 10
Not analysed yet
Λουκίῳ Λογγείνῳ Φρόντωνι διὰ φροντιστοῦ Λογγείνου Ἀπέλλα παρὰ Λουκίου Οὐεττίου Ὀ…τεαρ βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσαν τῷ Φρόντωνι περὶ Φιλαδέλφειαν γῆς ἄρουραν μίαν ἥμισυ ἐν ᾗ φοίνικες σποράδεις οὖσαν κοινὴν καὶ ἀδιαίρετον ἀπὸ ἀρουρῶν τριῶν εἰς ἔτη τέσσαρα ,καρποὺς τέσσαρας ,σπόρους τέσσαρας ,τοὺς μὲν φοίνικας ἀπὸ τῶν ἐπικειμένων τοῦ ἐνεστῶτος γ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐκπιπτόντων εἰς τὰ δ ἔτη καρπῶν, τὸ δὲ ἔδαφος ἀπὸ τοῦ εἰσιόντος δ ἔτους, φόρου τοῦ τε ἐδάφους καὶ φοινίκων κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι ἀνυπολόγων καὶ ἀκινδύνων, τῶν ἔργων γινομένων πρὸς ἐμὲ τὸν μεμισθωμένον, καὶ τὸν προκείμενον φόρον ἀποδώσω μ…πον …τοισχ …δραχμὰς τεσσαράκοντα ,τὰς δὲ λοιπὰς δραχμὰς ὀγδοήκοντα μηνὶ …μετὰ τὸν χρόνον παραδώσω ἀπὸ συνκομιδῆς, ἐὰν φαίνηται μισθῶσαι. Λούκιος Λογγεῖνος διʼ Ἀπέλλα μεμίσθωκα ἐπὶ τοῖς προκειμένοις πᾶσι καθὼς πρόκειται. ἔτους τρίτου Ἁδριανοῦ τοῦ κυρίου Μεσορὴ λ.