Ancient Greek
P.Corn. 14
Documentary Papyri, P.Corn. 14
Not analysed yet
…Ἀντινοείδος διὰ …σεως. οὗ ἀνέτεινα τῷ κρατίστῳ ἐπιστρατήγῳ Κλαυδίῳ Ξενοφῶντι βιβλιδίου καὶ ἧς ἔτυχον ὑπὸ αὐτοῦ ὑπογραφῆς οὕτως ἐχούσης· ἔτους κα …τῷ στρατήγῳ ἔντυχε, ἀντίγραφόν ὑποκεῖται· ἐπεὶ οὖν μέχρι τοῦ δεῦρο οὐδέπω πέρας ἐπετέθη τῷ πράγματι ἕνεκα τοῦ τὸν διὰ τοῦ ἀναφορίου ἀντίδικον δηλωθέντα περιαλέσθαι. διὰ τὴν περισσὸν συνείδησιν ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, τῆς ἀπὸ σοῦ βοηθείας τυχεῖν. ἔστι δὲ τοῦ βιβλιδίου τὸ ἀντίγραφον. Κλαυδίῳ Ξενοφῶντι τῷ κρατίστῳ ἐπιστρατήγῳ.