Ancient Greek
P.Corn. 15
Documentary Papyri, P.Corn. 15
Not analysed yet
Θεαδελφείας πρόβατα κβ αἶγες β ἄρνες δ Ἡρώδῃ τῶι καὶ Τιβερίωι στρατηγῶι καὶ Ἀρχιβίωι βασιλικῶι γραμματεῖ Ἀρσινοΐτου Θεμίστου μερίδος παρὰ Πετερμούθιος τοῦ Ἡρ τῶν ἀπὸ κώμης Θεαδελφείας τῆς αὐτῆς μερίδος. ἀπεγραψάμην τῶι διεληλυθότι ιβ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς αὐτῆς κώμης ἀθελικὰ πρόβατα κ, αἶγας β, ἄρνας β. τὰ ἐπὶ τὸ αὐτὸ πρόβατα λείας εἴκοσι δύο αἶγας δύο ἀπογράφομαι εἰς τὸ ἐνεστὸς τρεισκαιδέκατον ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ τοὺς ἐ…τας… ἄρνας τέσσαρας ἃ καὶ μετέξω καὶ ἐπιμείξω ἑτέροις πρόβασι ων…ε… Πετερμουθ Ἡρώδης ὁ καὶ Τιβέριος στρατηγὸς διέγραψε Χαιρήμων βιβλιοφύλαξ σεσημείωμαι πρόβατα ἀθελικὰ εἴκοσι δύο αἶγας δύο ἄρνας τέσσαρας . ἔτους ιγ Ἁδριανοῦ τοῦ κυρίου Ἀρχίβιος βασιλικὸς γραμματεὺς διὰ Ἰσ…ηθου σεσημείωμαι προδ λελ εἴκοσι δύο αἶγας δύο ἄρνας δ μ….