Ancient Greek
20.3.48 to 20.4.75
Documentary Papyri, P.Corn. 20.3.48-20.4.75
Not analysed yet
παρὰ Αὐρηλίου Ἀντεινόου τοῦ καὶ Σακαῶνος δημοσίου ἰατροῦ τῆς Ἀρσινοΐτου πόλεως. ἀπογράφομαι παρά σοι κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπό σου ἐν σπορᾷ γῆν ἀπὸ τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἰδίας μου χέρσου περὶ κώμην Πτολεμαίδα Νέαν τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβοίκεως μίζονος τῆς κώμη καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς θ σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας δύο ὄγδοον ἑκκαιδέκατον, ἄρουραι β η ιϛ. καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ. εἴσιν αἱ προκίμεναι ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι β η ιϛ. Αὐρήλιος Ἀντίνοος ὁ καὶ Σακαῶν ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας δύο ὄγδοον ἑκκαιδέκατον καὶ παρέλαβον τὴν μέτρησιν καὶ ὤμοσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρουράς καὶ οὐδὲν παρέλιψα καὶ Ολκανολ κωμάρχης παρῆν τῇ μέτρησι. Αὐνᾶς γραμματεὺς ἔραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ. Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουϊτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος. παρὰ Αὐρηλιῶν Συχιαίνης γυναικὸς μου Ἡνιόχου καὶ Εὐποροῦτος ἀδελφῆς αὐτῆς ἀμφοτέρων Μαρωνίνου ἀπὸ ἀμφόδου Χηνοβοσκίων Πρώτων τοῦ Ἀρσινοΐτου. ἀπογραφόμεθα παρὰ σοὶ κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς ἀπογραφείσης ὑφʼ ἡμῶν πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἰδίας ἡμῶν χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκειμήνης τοπαρχίας ἧς καὶ παρειλήφαμεν τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβύκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς ιγ σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε ἑκκαιδέκατον, ἄρουραι ε ιϛ καὶ ὄμνυμεν τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.