Ancient Greek
20.4.76 to 20.5.96
Documentary Papyri, P.Corn. 20.4.76-20.5.96
Not analysed yet
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ. εἴσιν αἱ προκίμεναι ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι ε ιϛ. Αὐρήλιαι Σουχίαινα καὶ Εὐποροῦς ἀπεγραψάμεθα τὰς προδεδηλωμένας ἀρούρας καὶ παρελάβομεν τὴν μέτρησιν. ὠμόσαμεν τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὰς προδηλουμένας ἀρούρας. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ οὐδὲν παρέλειψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ. Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουϊτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος. παρὰ Αὐρηλίου Πατερμουθίου Διοσκόρου ἐκ μητρὸς Ἀτίας ἀπὸ κώμης Καρανίδος τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομαι παρὰ σοὶ κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταληφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς εὑρεθείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἀδεσπότου χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν ἀπὸ τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβυκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς θ σφραγῖδος ἀπὸ κοινωνίας Αὐνῆ Πωλίωνος κατὰ τὸ μέρος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἀρούρας ἓξ ἄρουραι ϛ. τῆς αὐτῆς σφραγῖδος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραν μίαν ἥμισυ ἄρουραι α 𐅵. καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.