Ancient Greek
P.Corn. 7
Documentary Papyri, P.Corn. 7
Not analysed yet
ι ἔτους Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὸς Καισαρείου κθ ἐν Καρανίδι. ὁμολογεῖ Ταπεθεῦς Πασοκνοπαίου τοῦ Διδυμίωνος Σαμβαθίῳ Ἡρᾶτος μετὰ κυρίου τοῦ ἀνδρὸς Πεκμήιτος τοῦ Φαήσεως χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς τπβ καὶ ἀντὶ τῶν τούτων τόκων συγχωρεῖ καρπίζεσθαι τὴν Σαμβάθιον περὶ Ψεναρψενῆσιν ἐλαιῶνος ἀρούρης δ μέχρι οὗ ἀποδῷ τὸ προκείμενον κεφάλαιον. καὶ διὰ τοῦ προτέρου γράπτου τοῦ γενομένου ὑπὸ Κόμωνος Πασοκνοπαίου τῇ Ταπεθεῖ Πασοκνοπαίου ἔτους ζ Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Τῦβι δ.