Ancient Greek
P.Corn. 8
Documentary Papyri, P.Corn. 8
Not analysed yet
Ἀ…π… μητρὸς Ἀφροδισίας τῆς Ἀμμωνίου χαίρειν. ἃς ἐμισθωσάμεθα ἐκ τοῦ δημοσίου περὶ κώμην Ἡφαιστιάδαν ἀπὸ τῶν τῆς διοικήσεως γενηματογραφουμένων ὑπαρχόντων πρότερον Ἡρακλείδου ἀνὰ πυροῦ μίαν ἥμισυ ἀρούρας δύο καὶ ὁμοίως περὶ τὴν αὐτὴν κώμην ἀπὸ χέρσου ἀρούρας δύο ,τὰς ἐπὶ τὸ αὐτό ἀρούρας τέσσαρας ὁμολογοῦμεν κατὰ τόδε τὸ χειρόγραφον κοινῶς ἐξ ἴσου ἕκαστον κατὰ τὸ ἥμισυ μέρος ποιήσειν τὴν τούτων σποράν ἐφʼ ὃν χρόνον ἐμισθωσάμεθα, τῶν ἔργων πάντων καὶ σπερμάτων ὄντων πρὸς ἡμᾶς κοινῶς κατὰ τὸ ἥμισυ μέρος, ἐφʼ ᾧ καρπισώμεθα τὸν καρπὸν τῶν προκειμένων ἀρουρῶν τεσσάρων κοινῶς ἐξ ἴσου κατὰ τὸ ἥμισυ. …