Ancient Greek
P.David 10
Documentary Papyri, P.David 10
Not analysed yet
…θαυμασιωτάτῳ …σ…λ…λ…ια …εμου τῇ πίστει ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως· ὁμολογῶ ……ν ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ θαυμασιότητι οἴνου πενταξεστιαῖα σηκώματα ἑβδομήκοντα καινὰ γίνεται οἴνου σηκώματα ο ἅπερ ἐδικαιώθην παρὰ …φροντιστοῦ καὶ τοῦ πρεσβυτέρου τοῦ ἡμετέρου …παρασχεῖν σοι ὑπὲρ τοῦ παντὸς οἴνου …δοθέντος σοι παρʼ ἐμοῦ ἐπὶ τῆς ῥύσεως τῆς παρούσης πρώτης ἰνδικτίονος καὶ εὑρεθέντος …δαριοις ἀποιήτου καὶ ὁμολογῶ τὸν εἰρημένον οἶνον …ν σηκωμάτων ἑβδομήκοντα ἀποδοῦναι …ε… ἐν τῇ τρύγῃ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστωτος ἔτους ρϙθ ρξη οἴνου ῥύσεως τῆς σὺν θεῷ παρούσης ἐπινεμήσεως ἀνυπερθέτως κινδύνῳ τῶν ἐμοὶ ὑπαρχόντων· κύριον καὶ τοῦτο το γραμματεῖον …ν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ους υἱὸς Ἑρμίνου ὁ προγεγραμμένος ἔχω καὶ ὀφείλω τὰ τοῦ οἴνου σηκώματα ἑβδομήκοντα καινὰ καὶ ἀποδώσω ἐν τῇ τρύγῃ καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται Φοιβάμμων Πετρωνίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος di emu Foibam eteliothe Ἑρμίνου τοῦ …