Ancient Greek
P.David 14
Documentary Papyri, P.David 14
Not analysed yet
Δῖος Εὐτυχίδηι τῶι τιμιωτάτωι χαίρειν. ἐπίστασαι ὅτι οὐ διὰ λόγων αἱ φιλίαι δείκνυνται ἀλλὰ διʼ ἔργων καὶ μάλιστα ἡ πρὸς ἀλλήλους φιλία φανερά ἐστιν ἀμφοῖν καὶ πλείστοις ἀνθρώποις ἡ διʼ ἔργων. καὶ αὕτη γε ἀξιόλογός ἐστι καὶ θεοφιλὴς καὶ ἅπασιν ἀνθρώποις ἐπαινετή, ὅτι δὴ τοὺς συνήθεις αὕτη ἀποκατέστησεν ὥστε φιλεῖσθαι ὑπʼ ἀλλήλων· οὐδὲν γὰρ μεῖζόν ἐστιν οὐδὲ ἐράσμιον οὐδὲ ἡμερώτατον οὐδὲ ἀπολαυστότερόν ἐστιν ἢ ἡ τοιαύτη φιλία ἐν τῶι ἀνθρωπίνωι βίωι. ἐγὼ μὲν δὴ διὰ βραχέων λόγων ἐρῶ σοι τὰ μέχρι νῦν. γινώσκειν δέ σε βούλομαι ὅτι οὔποτε ὤκνησα πρός σε γράφειν κ…ις τῆς ἡμέρας ὡς οἷόν τʼ ἐστιν ἐπιστέλλειν. ἐγενόμην γὰρ ἐν θορύβοις πολλοῖς οὓς οὐκ ἄν σοι τολμήσαιμι ἀδεῶς λέγειν ἵνα μὴ ἀτόπως διηγήσωμαι. οἶμαι δέ σε ἀκηκοέναι· εἰς γὰρ πλείστους ἐξίτηλα ταῦτα ἦλθε. καὶ ἐὰν ὁ θεὸς ἐθέλῃ, νίκην διὰ σὲ δώσει μοι, ἀποσκιδνάσας τὴν περὶ ἐμὲ ταραχὴν σέ τε φυλάξας μοι καὶ ἀγαγὼν εἰς τὴν προσφιλεστάτην σου πόλιν ἐρρῶσθαί σε εὔχομαι, φίλτατε Φαμενὼθ ιϛ …λογιωι ἀπὸ Δίου