Ancient Greek
P.David 17
Documentary Papyri, P.David 17
Not analysed yet
ὑπατείας Φλαουίου Κεθήγου τοῦ λαμπροτάτοῦ Ἁθὺρ β ιγ ἰνδικτίονος Φλαυίῳ Βίκτορι αἰδεσίμῳ νυκτοστρατήγῳ νοτίνου μέρους τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἰωσηφίου Φοιβάμμωνος γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. εἰ μὴ προεχώρει ἡ τῶν νόμων ἐπιστρέφεια κατὰ τῶν ἀτοπεῖν ἐπιχειρούντων, πάντες ἂν εἰς μανίαν καὶ εἰς ἕτερα ἀτοπήματα κατέτρεχον. ἐπεὶ οὖν Διονύσιός τις ζωογράφος τὸ ἐπιτήδευμα ἐτόλμησεν παρὰ πάντας τοὺς νόμους πληγαῖς με κατακόψαι ὡς καὶ φαίνεσθαι τὰ ἐπικείμενα πλήγματα κατὰ παντὸς τοῦ ἐμοῦ σώματος, οὐ μὴν ἀλλὰ καὶ πέμψαι τὸν αὑτοῦ υἱὸν εἰς τὴν ἐμὴν ἑστίαν δυσμῇ ἡλίου συλῆσαι…σεσθαι …α πάντων τῶν …τὴς σπερμοβολίας τῆς ἀροτῆς μου γῆς, διὸ …μενος τὴν σὴν …λίβελλος Ἰωσηφίου Φοιβάμμωνος