Ancient Greek
P.David 16
Documentary Papyri, P.David 16
Not analysed yet
…ν Νεμεσίωνι τῷ πατρὶ καὶ Ἀπίωνι καὶ Ἡρακλείῳ τοῖς ἀδελφοῖς χαίρειν. …αμη… υ…α γράμματα …ισε…εμι…ν …διʼ ἣν αἰτίαν …μεν ην παρά σοι πράσσων ὁ Σερῆνος μὴ προσποιηθῇς αὐτῷ ἔστʼ ἂν αὐτός σοι δῷ· εἰ δὲ πρὸς ἀποδημίαν ἐστίν, προσποιήθητι αὐτῷ καὶ μάθε τί ἐστιν ὃ λέγει· περὶ πάντων ἀντιγράψον. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. μετὰ τὰς ἡμέρας καὶ μετὰ τὸ ἀνελθεῖν με ἀπὸ τοῦ νομοῦ, σήμερον γάρ, ἥτις ἐστὶν λ, ἐξέρχομαι εἰς τὸν νομόν, πάντως πρὸς τὴν κ τοῦ Μεσορὴ γείνομαι πρὸς ὑμᾶς, πρὶν τοῦ εἰς τὸν Λυκοπολίτην με ἀναδραμεῖν· πολλὰ γάρ με προετρέψατο ὁ φίλος· πάντως οὖν ἔρχομαι εἰς Ἡρακλέους· πρὸς τὴν κ τοῦ Μεσορὴ ἢ κε προσδοκᾶτέ με. τὴν μητέρα, τὰς ἀδελφάς, τὰ παιδία, πάντας τοὺς φιλοῦντάς με ἀσπάζου …ρε…