Ancient Greek
P.Diog. 27
Documentary Papyri, P.Diog. 27
Not analysed yet
Μᾶρκος Λουκρήτιος Διογένης καὶ ἡ ἀδελφή μου Λουκρητία Ὀκταυία Ἀντινοεῖς καὶ ὡς χρηματίζομεν Ἰγνατίῳ Ἀπολιναρίῳ Ἀντινοεῖ καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογοῦμεν διὰ τόδε τὸ χειρόγραφον εἰληφέναι παρὰ σοῦ ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας ἀριθμοῦ πλήρης καὶ πυροῦ ἀρτάβας ι γίνονται πυροῦ ἀρτάβαι δέκα ,μέτρῳ ὀγδόῳ σοῦ Ἀπολιναρίου, αἷς οὐδὲν προσεγράφη, ἅσπερ ἀποδώσομέν σοι ἐν μηνὶ Παῦνι ἀνυπερθέτως. ἐὰν δὲ μὴ ἀποδῶμεν, γινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τοῦτο ἁπλοῦν γραφὲν χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς κύριον ἔστω πανταχῇ καὶ παντὶ τῷ ἐπιφέροντι ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. Λουκρήτιος Διογένης καὶ Λουκρητία ἐλάβομεν τὰς δραχμὰς τετρακοσίας καὶ τὰς τοῦ πυροῦ ἀρτάβας δέκα καὶ ἀποδώσομεν ὡς πρόκιται. Λουκρήτιος ἔγραψα ὑπὲρ τῆς ἀδελφῆς μου, γράμματα μὴ εἰδυίας. ἔτους κβ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἁθὺρ ιϛ. Διογένους Παραδρομαίου