Ancient Greek
P.Diog. 28
Documentary Papyri, P.Diog. 28
Not analysed yet
Αὐρήλιος Δῖος Σομφθέως ἀπὸ Νείλου πόλεως Αὐρηλίῳ Αἰώνι Πόσειτος ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσενοείτου νομοῦ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ὄνον μελαίνην εγχ… τιμῆς δραχμῶν ἑξακοσίων ἅσπερ δραχμὰς καὶ ἔσχον διὰ χειρὸς ἀριθμοῦ πλήρης καὶ βεβαιώσω ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεχεὶρ κε. Αὐρήλιος Δῖος Σόμφθεως πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται. Αὐρήλιος …ὁ καὶ τὸ σῶμα γράψας …