Ancient Greek
P.Diog. 6
Documentary Papyri, P.Diog. 6
Not analysed yet
ἐκ τόμου ἐπικρίσεων Γαίου Οὐαλερίου Εὐδαίμονος γενομένου ἡγεμόνος οὗ παρεπιγραφή· ἐπικρίσεις Οὐαλερίου Εὐδαίμονος γενομένου ἡγεμόνος διὰ Οὐαριανοῦ Ἰουλιανοῦ χιλιάρχου ἀπὸ Παῦνι α ἕως Μεσορὴ δεκάτης τοῦ ϛ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. μεθʼ ἕτερα, σελίδων κ, Ἀρσινοίτου. Κοίντος Ἰούλιος Γαϊανός, ἐτῶν· ὁ προγεγραμμένος Ἰούλιος …ετα…α οὕτως· Φλαουία Πριμιγένεια δηλώσασα ἑαυτὴν βούλεσθαι παρεπιδημεῖν ἐν νομῷ Ἀρσινοίτῃ ἠξίωσεν μεταδοθῆναι τὸν υἱὸν αὐτῆς …ται…ειν ἐπίκρισιν. ἔστιν δέ· Κοίντος Ἰούλιος Γαιανὸς πρὸς τὸ ἐνεστὸς ϛ ἔτος ζ ἐτῶν. ἐπήνεγκεν ἡ τοῦ παιδὸς μήτηρ Φλαουία Πριμιγένεια κύριον ἐπιγραψαμένη Φλάουιον Ἰουλιανὸν δηλώσασα τὸν πατέρα τοῦ παιδὸς Κοίντον Ἰούλιον Γαϊανὸν τετελευτηκέναι ἐπίκρισιν ……Γαιανοῦ γενομένην ὑπὸ Ῥουτιλίου Λούππου τοῦ ἡγεμονεύσαντος, καθʼ ἣν ὁ πατὴρ τοῦ ἐπικρινομένου Κοίντου Ἰούλιος Γαϊανὸς ἐπεκρίθη, καὶ τῆς πατρωνίσσης αὐτῆς Ῥουφίλλας δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ γ ἔτους θεοῦ Τίτου καὶ ἑαυτῆς ταβέλλαν ἐπὶ σφραγίδων ἐπὶ τοῦ ζ ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ἡ Φλαουία Ῥουφίλλα ἐπὶ Ἁτερίου Νέπωτος τοῦ ἡγεμονεύσαντος οὐινδίκταις ἠλευθέρου παιδίσκην αὐτῆς Πριμιγένειαν καὶ τοῦ ἐπικρινομένου δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ κα ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ὁ Κοίντος Ἰούλιος Γαϊανὸς ἀπεγράφετο εἶναι αὐτῷ υἱὸν τὸν Κοίντον Ἰούλιον Γαιανὸν ἐκ τῆς Φλαουίας Πριμιγενείας. ἐδήλωσεν δὲ εἶναι αὐτῷ θυγατέρα Ἰουλίαν Γαϊανὴν ἧς καὶ παρέθετο δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ ἑξῆς κβ ἔτους. ἔδωκεν καὶ γνωστῆρας Οὐαλέριον Βερνικιανόν, Φλάουιον Ἰουλιανόν, Πετρώνιον Κέλερα συγχειρογραφοῦντας αὐτῇ μηδενὶ ἀλλοτρίωι κεχρῆσθαι. καὶ τῆς Οὐεργιννίου Ἰουλιανοῦ γενομένου χιλιάρχου σημειώσεως ἐπὶ τοῦ προκειμένου ὀνόματος· Ἰουλίου Γαϊανοῦ ἑπτὰ ἄσημος. ἐπίκρισις Κοίντου Ἰουλίου Γαιανοῦ