Ancient Greek
P.Diog. 7
Documentary Papyri, P.Diog. 7
Not analysed yet
ἐκ τόμου ἐπικρίσεων Γαίου Οὐαλερίου Εὐδαίμονος γενομένου ἡγεμόνος οὗ παρεπιγραφή· ἐπικρίσεις Οὐαλερίου Εὐδαίμονος γενομένου ἡγεμόνος διὰ Οὐεργιννίου Ἰουλιανοῦ χιλιάρχου ἀπὸ Παῦνι α ἕως Μεσορὴ δεκάτης τοῦ ϛ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. μεθʼ ἕτερα, σελίδων κ, Ἀρσινοίτου. Κουίντος Ἰούλιος Γαιανός, ἐτῶν· …ὁ προγεγραμμένος εἰς ἐπίκρισιν ……νομο…τιστου… Φλαουία Πριμιγένεια δηλώσασα ἑαυτὴν βούλεσθαι παρεπιδημεῖν ἐν νομῷ ……ἠξίωσεν ……Ῥουφίλλας δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ τρίτου ἔτους θεοῦ Τίτου καὶ ἑαυτῆς ταβέλλαν ἐπὶ σφραγίδων ἐπὶ τοῦ ἑβδόμου ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ἡ Φλαουία Ῥουφίλλα ἐπὶ Ἁτερίου Νέπωτος ἡγεμονεύσαντος οὐινδίκταις ἠλευθέρου παιδίσκην αὐτῆς Πρειμιγένειαν καὶ τοῦ ἐπικρινομένου δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ πρώτου καὶ εἰκοστοῦ ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ὁ Κουίντος Ἰούλιος Γαιανὸς ἀπεγράφετο εἶναι αὐτῷ υἱὸν τὸν Κουίντον Ἰούλιον Γαιανὸν ἐκ τῆς Φλαουίας Πριμιγενείας. ἐδήλωσεν δὲ εἶναι αὐτῷ θυγατέρα Ἰουλίαν Γαιανὴν ἧς καὶ παρέθετο δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ ἑξῆς δευτέρου καὶ εἰκοστοῦ ἔτους. ἔδωκεν καὶ γνωστῆρας Οὐαλέριον Βερνικιανόν, Φλάουιον Ἰουλιανόν, Πετρώνιον Κέλερα συνχειρογραφοῦντας αὐτῇ μηδενὶ ἀλλοτρίωι κεχρῆσθαι. καὶ τῆς Οὐεργιννίου Ἰουλιανοῦ χιλιάρχου σημειώσεως ἐπὶ τοῦ προκειμένου ὀνόματος Κουίντου Ἰουλίου Γαιανοῦ ἑπτὰ ἀσήμου.