Ancient Greek
P.Diosk. 7
Documentary Papyri, P.Diosk. 7
Not analysed yet
Διοσκουρίδει ἡγεμόνι καὶ φρουράρχωι παρὰ Διοσκουρίδου τοῦ Πακήμιος τῶν ἀπὸ τῆς Νικάδα νεώς. τῆι …τοῦ ἐνεστῶτος μηνὸς Παχὼν πορευομένου μου εἰς τὴν ὑπάρχουσάν μοι οἰκίαν ἐπεκπηδήσας Ὧρος ὁ νεώτερός μου ἀδελφὸς καὶ προσαλόμενός μοι ὕβρισεν τύπτων πληγαῖς πλείοσιν εἰς τὸ πρόσωπον καὶ εἰς ὃ ἐτύγχανεν μέρος τοῦ σώματος ὥστʼ ἂν παρʼ οὐδὲν καὶ τοῖς ὄμμασιν κεκινδυνευκέναι με. διὸ ἀξιῶ, ἐὰν φαίννηται, συντάξαι μεταπεμψάμενον τοῦτον ἐπισκέψασθαι καὶ προνοηθῆναι ὡς τεύξεται τῆς ἁρμοζούσης ἐπιπλήξεως. εὐτύχει.