Ancient Greek
P.Diosk. 8
Documentary Papyri, P.Diosk. 8
Not analysed yet
Διοσκουρίδει ἡγεμόνι καὶ φρουράρχωι παρὰ Πετεχῶντος ἐνπόρου τῶν ἀπὸ τοῦ ὅρμου. ἀδικοῦμαι ὑπὸ Στοτοήτιος οἰνοκαπήλου τῶν ἐξ Ἡρακλέους πόλεως· ὀφείλων γάρ μοι πρὸς τιμὴν οὗ ἠγοράκη παρʼ ἐμοῦ οἴνου χαλκοῦ τάλαντα μ Δυο, ὧν καὶ χ… χειρόγραφον αὐτοῦ ἔχω, ταύτας ἀπαιτούμενος πλεονάκις οὐχ ὑπομένει ἀποδιδόναι, ἀλλὰ διαπλανᾷ με. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι ἀσφαλίσασθαι αὐτὸν μέχρι τοῦ τὴν ἀπόδοσίν μοι αὐτὸν ποήσασθαι. …ἔτους …Μεσορὴ κε. Πετεχῶντος κατὰ Στοτοήτιος περὶ οἴνου