Ancient Greek
P.Dryton 25
Documentary Papyri, P.Dryton 1 25
Not analysed yet
Ἔτους νγ Χοιαχ ιε ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου· ἐδάνεισεν Καίης Πατῆτος Πέρσης τῆς ἐπιγονῆς Ἁρπαήσει Πόρτιτος Πέρσῃ τῆς ἐπιγονῆς πυρῶν ἀρτάβας κε. τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Καίητι ἐν μηνὶ Παχὼν τοῦ νγ ἔτους νέον καθαρὸν ἀποκαθεστάμενον εἰς οἶκον πρὸς αὐτὸν ἰδίοις ἀνηλώμασιν μέτρωι ὧι καὶ παρείληφεν· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμήν· ἡ δὲ πρᾶξις ἔστω Καίητι ἐκ τοῦ Ἁρπαήσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐγ δίκης. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα. Δάνειον Καίητος πρὸς Ἁρπαῆσιν πυρῶν κε