Ancient Greek
P.Dryton 29
Documentary Papyri, P.Dryton 1 29
Not analysed yet
Ἔτους ιβ τοῦ καὶ θ Μεσορὴ λ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου· ἐδάνεισεν Σεννῆσις Πατσεοῦτος Περσίνη Φαγῶνι Πανοβχούνιος Πέρσῃ τῆς ἐπιγονῆς ἁλὸς ἀρτάβας ἓξ ἄτοκα· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Φαγῶνις Σεννήσει ἐν μηνὶ Χοίαχ τοῦ ιγ τοῦ καὶ ι ἔτους· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῷ ὡρισμένωι χρόνωι καθότι πρόκειται, ἀποτεισάτωι ἐν τῶ Φαμενὼθ πυροῦ ἀρτάβας …· ἡ δὲ πρᾶξις ἔστω Σεννήσει ἐκ τοῦ Φαγώνιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων πρασσούσῃ καθάπερ ἐγ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. Δάνειον Σεννήσιος πρὸς Φαγῶνιν ἁλὸς ἀρταβῶν ϛ.