Ancient Greek
3.1.1 to 3.1.26/27
Documentary Papyri, P.Dryton 1 3.1.1-26/27
Not analysed yet
ἔτους μδ Παῦνι θ ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανόμου τάδε διέθετο ὑγιαίνων νοῶν φρονῶν Δρύτων Παμφίλου Κρὴς τῶν διαδόχων καὶ τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶν. εἴη μέμ μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω καὶ δίδωμι τὰ ὑπάρχοντά μοι ἔγγαιά τε καὶ ἔπιπλα καὶ κτήνη καὶ ὅσα ἂν προσεπικτήσωμαι, τὸν μὲν ἵππον ἐφʼ οὗ στρατεύομαι καὶ τὰ ὅπλα πάντα Ἐσθλάδαι τῶι ἐξ ἐμοῦ καὶ ἐξ Σαραπιάδος τῆς Ἐσθλάδου τοῦ Θέωνος ἀστῆς ἧι συνήμην γυναικὶ κατὰ νόμους καὶ κατὰ διαθήκην τὴν κεχρηματισμένην διὰ τοῦ ἐν Διὸς πόλει τῆι μικρᾶι ἀρχείου ἐπὶ Διονυσίου ἀγορανόμου ἐν τῶι ϛ ἔτει ἐπὶ τοῦ Φιλομήτορος ἣ διασαφεῖ τά τε ἄλλα καὶ ἐπίτροπον Ἑρμ…φιλον ὄντα συγγενῆ κατέστησεν καὶ ἀπὸ τῶν οἰκετικῶν σωμάτων δ ὧν ὀνόματα Μυρσίνην καὶ ταύτης …· τὰ δὲ λοιπὰ θηλυκὰ β αἷς ὄνομα Εἰρήνην καὶ Ἀμπέλιον Ἀπολλωνίαι καὶ ταῖς ἀδελφαῖς οὖσι ε καὶ τὸν ὑπάρχοντά μοι ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ Παθυρίτου ἔδαφος ἀμπελῶνος καὶ τὰ ἐν τούτωι φρέατα ἐξ ὀπτῆς πλίνθου καὶ τἄλλα συνκύροντα καὶ τὴν ἅμαξαν σὺν τῆι ἐπισκευῆι καὶ τὸν περιστερῶνα …καὶ τὸν ἄλλον ἡμιτέλεστον καὶ αὐλὴν ὧν γείτονες νότου ψιλοὶ τόποι τοῦ αὐτοῦ Ἐσθλάδου βορρᾶ οἶκος κεκαμαρωμένος Ἀπολλωνίας τῆς νεωτέρας ἀπηλιώτου τόπος …ς Πετρασ… τοῦ Ἐσθλάδου λιβὸς ψιλὸς τόπος Ἐσθλάδου ἕως τῆς ἀνεῳγμένης θύρας ἐπὶ λίβα· τοὺς δὲ λοιποὺς οἴκους καὶ χρηστῆρας καὶ παλαιὰν …καὶ τὸν ψιλὸν τόπον τὸν εἰς περιστερῶνα ἀποδεδειγμένον ὑποκάτω τῆς Ἐσθλάδου θύρας καὶ ἀπὸ λιβὸς τῆς καμάρας δίδωμι Ἀπολλωνίαι καὶ Ἀριστοῖ καὶ Ἀφροδισίαι καὶ Νικαρίωι καὶ Ἀπολλωνίαι νεωτέραι οὖσι ε ταῖς ἐξ ἐμοῦ καὶ ἐξ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος ἧι σύνειμι γυναικὶ κατὰ νόμους καὶ τὰ θηλυκὰ β σώματα καὶ τὴν βοῦν ἐξ ἴσου κυριευέτωσαν ταῖς οἰκίαις καθʼ ὃν πεποίημαι μερισμόν· δότω δὲ Ἐσθλάδας ἀπὸ τοῦ δεδομένου αὐτῶι ψιλοῦ τόπου ἀπέναντι τῆς θύρας αὐτοῦ ἐπὶ λίβα πήχεις ἐμβαδοὺς δ εἰς κλιβάνου τόπον· τὰ δὲ λοιπὰ οἰκόπεδα καὶ ψιλοὶ τόποι ἐν Διὸς πόλει τῆι μεγάληι ἐν τῶι Ἀμμωνιείωι καὶ ἐν τοῖς Κεραμείοις ἐχέτω Ἐσθλάδας κατὰ τὸ ἥμισυ Ἀπολλωνία δὲ καὶ ἀδελφαὶ κατὰ τὸ ἥμισυ καὶ τἆλλα ὑπάρχοντά μοι πάντα σύμβολά τε σιτικὰ καὶ ἀργυρικὰ καὶ ἔπιπλα πάντα κατὰ τὸ ἥμισυ· δότω δὲ Ἐσθλάδας καὶ αἱ περὶ Ἀπολλωνίαν κατὰ κοινὸν εἰς οἰκοδομὴν