Ancient Greek
3.1.28 to 3.2.67
Documentary Papyri, P.Dryton 1 3.1.28-3.2.67
Not analysed yet
περιστερῶνος ἀνηλώματα εἰς τὸν ἀποδεδιγμένον περιστερῶνα ἕως ἂν ἐπιτελέσωσι καὶ Ἀπολλωνίαι τῆι καὶ Σεμμώνθει τῆι ἐμῆι γυναικὶ ἐτῶν δ ἐὰν παραμείνηι ἐν τῶι οἴκωι ἀνέγκλητος οὖσα εἰς τροφὴν αὐτῆς καὶ ταῖς β θυγατράσιν ἑκάστου μηνὸς πυροῦ θ ἥμισυ κροτῶνος ιβ χαλκοῦ Σ καὶ μετὰ δ ἔτη τὰ αὐτὰ μετρήματα δότωσαν ταῖς β νεωτέραις ἐκ κοινοῦ ἕως ἐτῶν ια· δότωσαν δὲ Ταχράτει εἰς φερνὴν χαλκοῦ τάλαντα ιβ ἐκ τῶν κοινῶν· ὅσα δʼ ἂν φαίνηται ἐπίκτητα ἔχουσα ἡ Σεμμῶνθις ὄντα αὐτῆι συνοῦσα Δρύτωνι κυριευέτω αὐτῶν· …ἐπελεύς… ἐπʼ αὐτὴν περὶ τούτων …Ἦν δὲ ὁ διατιθέμενος Δρύτων Παμφίλου Κρὴς τῶν διαδόχων καὶ τῶν τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶν. μάρτυρες ἔγραψεν …ἔγραψεν …ἱερεὺς Ἀφροδίτης καὶ Σούχου τῶν πρωτοστολιστῶν καὶ πτεροφόρων ὡς ἐτῶν λε εὐμεγέθης μελίχρως τετανὸς πλατυπρόσωπος εὐθύριν οὐλὴ κροτάφωι δεξιῶι ἔγραψεν Νεχούτης Θοτορταίου Πέρσης ἱερεὺς πρωτοστολιστὴς τοῦ ἐν Παθύρει ἱεροῦ ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι ἐγ δεξιῶν. ἔγραψεν Πατοῦς Ἑριέως Πέρσης ἱερεὺς πρωτοστολιστὴς τοῦ αὐτοῦ ἱεροῦ ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς πλατυπρόσωπος εὐθύριν οὐλὴ μετώπωι ἐξ ἀριστερῶν ἔγραψεν Πατοῦς Ὥρου ὑπεπιστάτης Παθύρεως Πέρσης τῶν πεζῶν ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλή. οὗτοι οἱ τέσσαρες τοῖς ἐγχωρίοις γράμμασιν διὰ τὸ μὴ εἶναι ἐπὶ τῶν τόπων τοὺς ἴσους Ἕλληνας. ἔγραψεν Ἀμμώνιος Ἀρείου Πέρσης τῶν μισθοφόρων ἱππέων ὡς ἐτῶν λ μέσος μελίχρως ὐπόκλαστος μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι μέσωι.