Ancient Greek
P.Dryton 31
Documentary Papyri, P.Dryton 1 31
Not analysed yet
……ἵνα μηθὲν ἐν τούτοις ἀγνοηθῆι …Ἑρμίαι τῶν διαδόχων καὶ ἐπιμελητῆι, παρὰ Δρύτωνος τοῦ Παμφίλου …παρεφεδρεύοντος Κρητὸς δήμου Φιλωτερείου …. Ἐπεὶ Πατσεοῦτος κωμογραμματέως Παθύρεως καθʼ ἱδίαν μῆνιν ἀναγράψαντός με παρὰ τὸ καθῆκον ἐν τοῖς δυναμένοις …τάλαντα ε δραχμὰς Α καὶ περὶ τῆς τούτων ἀπαιτήσεως οὐ μετρίως ἐσκυλμένος ὑπʼ αὐτοῦ, ἀπὸ τοῦ τόπου συνόδου …μετὰ φυλακῆς τόπον ἐκ τόπου μεταγειοχότων καὶ ἐκ τοῦ τοιούτου πρα…ησων ἀπʼ ὀλίγων …καὶ διαγεγραφὼς εἰς ταῦτα μέρος τι· τὸ δὲ λοιπὸν διασυνεσταμένος τοῖς ἀνδράσιν καὶ ἀδυνατῶν τάξασθαι …ὠνητὴν τῶν ὑπογεγραμμένων μοι ἐγγαίων Ἐσθλάδαν Δρύτωνος διαγράφειν τοῖς ἀνδράσι· τὰ δὲ νῦν ἐποικονομ… διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι ἐγδοθῆναι αὐτῶι τὴν καθήκουσαν διαγραφήν. οὗ καὶ γενομένου, ἔσομαι πεφιλανθρωπημένος. εὐτύχει.