Ancient Greek
P.Dryton 32
Documentary Papyri, P.Dryton 1 32
Not analysed yet
Βοήθωι συνγενεῖ καὶ ἐπιστρατήγωι καὶ στρατηγῶι τῆς Θηβαίδος· παρὰ Δρύτωνος τοῦ Παμφίλου Κρητὸς δήμου Φιλωτερείου τῶν διαδόχων καὶ τοῦ ἐπιτάγματος ἱππάρχων ἐπʼ ἀνδρῶν ἀπὸ τῶν ἐκ τοῦ ἐν Πτολεμαίδι ὑπαίθρου, νυνὶ δὲ παρεφεδρεύοντος ἐν Διὸς πόλει τῆι μικρᾶι. Ὑπαρχόντων γάρ μοι ἐν Διὸς πόλει τῆι μεγάληι καὶ ἐν τῶι Παθυρίτηι ἐγγαιδίων, διʼ ἣν αἰτίαν, λείπω τε τὴν ὑπερβολὴν, διοδεύων κινδυνεύω παρʼ ἕκαστον. Διὸ ἀξιῶ …