Ancient Greek
P.Dura 31
Documentary Papyri, P.Dura 31
Not analysed yet
ἔτους ιεφ, μηνὸς Ἀρτεμισίου δ, ἐν Ὄσσῃ Κώμῃ, ἐπὶ τῶν ὑποχειρογραφηκότων μαρτύρων. Ναβουσάμαος Κόνωνος καὶ Ἄκοζζις Σελεύκου, ἀμφότεροι δὲ τῶν ἀπὸ Ὄσσης Κώμης, φάμενοι γεγενῆσθαι αὐτοῖς τὸν συνοικισμὸν ἔτι πρότερον ἀγράφως, τέκνα δὲ αὐτοῖς μὴ γένηται, δυσαρεστεῖς δὲ νυνὶ τὴν ἑαυτῶν συμβίωσιν, ἐξωμολογήσατο ἀφίστασθαι ἀπὸ ἀλλήλων καὶ διδόναι ἀλλήλοις ἔφεσιν καὶ ἐξουσίαν, Ναβουσάμαος μὲν τῇ Ἀκόζζει συνοικεῖν ἑτέρῳ ἀνδρὶ ὃ ἂν αὐτὴ αἱρῆται, Ἄκοζζις δὲ τῷ Ναβουσαμάῳ γαμεῖν ἄλλην γυναῖκα ὃ ἂν αὐτὸς βούληται, καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν ἀλλήλοις μήτε τοῦ συνοικισμοῦ μήτε περὶ τῶν ὑπαρχόντων δούλων καὶ κτημάτων μήτε παρευρέσειμηδεμιᾷ μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς· ἐὰν δὲ ἐγκαλέσῃ τις ἐξ αὐτῶν ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, τὸ μὲν ἔνκλημα ἢ τὸν ἀθέτησιν εἶναι ἄκυρον καὶ ἀποτείνειν ἄνευ λόγου καὶ κρίσεως τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ τῷ φίσκῳ τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν. ἐπὶ ὑπάτων Λουκίου Φαβίου Κύλωνος τὸ β καὶ Φλαυίου Ἀννίου Λίβωνος· ἔτους ιβτῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Αὐγούστου, ι δὲ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ, ζ δὲ Λουκίου Σεπτιμίου Γέτα Καίσαρος, υἱῶν αὐτοῦ Σεβαστῶν, ἡγεμονίας· κατὰ δὲ τὸν πρότερον ἀριθμὸν ιεφ, μηνὸς Ἀρτεμισίου δ, ἐν Ὄσσῃ Κώμῃ ἐπὶ τῶν ὑποχειρογραφηκότων μαρτύρων. Ναβουσάμαος Κόνωνος τοῦ Ἀβισσαίου καὶ Ἄκοζζις Σελεύκου τοῦ Ἀβισσίου, ἀμφότεροι δὲ τῶν ἀπὸ Ὄσσης Κώμης, φάμενοι γεγενῆσθαι αὐτοῖς τὸν συνοικισμὸν ἔτι πρότερον ἀγράφως, τέκνα δὲ αὐτοῖς μὴ γένηται, δυσαρεστεῖς δὲ νυνὶ τὴν ἑαυτῶν συμβίωσιν, ἐξωμολογήσαντο ἀφίστασθαι ἀπὸ ἀλλήλων καὶ διδόναι ἀλλήλοις ἔφεσιν καὶ ἐξουσίαν, Ναβουσάμαος μὲν τῇ Ἄκοζζις συνοικεῖν ἑτέρῳ ἀνδρὶ ὃ ἂν αὐτὴ αἱρῆται, Ἄκοζζις δὲ τῷ Ναβουσαμάῳ γαμεῖν ἄλλην γυναῖκαὃ ἂν αὐτὸς βούληται, καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν ἀλλήλοις μήτε περὶ τοῦ συνοικισμοῦ μήτε πρὸς κληρονόμων αὐτῶν μήτε πρὸς ἄλλον τινὰ τῶν ἐξ ὀνόματος αὐτῶν ἔνγραφον ἐνγράφου ἐνστάντος ἢ γενομένη τῶν ἀπὸ τῶν ἀνωτέρων χρόνων, κυρίας μενούσης τῆσδε τῆς ὁμολογίας πανταχοῦ προφερομένης πίστει ἐπηρώτησαν ἀλλήλοις καὶ ὡμολόγησαν ἀλλήλοῖς μήτε παρευρέσει μηδεμιᾷ μήτε περὶ ἄλλου τὸ σύνολον, ἐὰν δὲ ἐνκαλέσῃ τις ἐξ αὐτῶν τὸ μὲν ἔνκλημα εἶναι ἄκυρον καὶ ἀποτείνειν ἄνευ λόγου καὶ κρίσεως τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δηνάρια τρισχίλια καὶ εἰς φίσκον τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Ζαβεῖνας Ἀδαίου, Ἀβισσαῖος Ἀβισσαίου. Ναβουσάμαος Κόνωνος, ὁ ἐπάνω, ὁμολογῶ καὶ εὐδοκῶ κατὰ τὰ προγεγραμμένα. Βαρναῖος Λυσίου, ἐρωτηθείς, ἔγραψα ὑπὲρ Ἄκοζζις μητρός μου, ὁμολογούσης δὲ τῆςἐπάνω καὶ εὐδοκούσης. Ἰούλιος Γερμανός, οὐετρανός, μαρτυρῶ. Ζαβεῖνας Ἀδαίου μαρτυρῶ. Ἀβισσαῖος Ἀβισσαίου μαρτυρῶ. ἐκπέπληκται.