Ancient Greek
P.Dura 32
Documentary Papyri, P.Dura 32
Not analysed yet
ἔτους εξφ, μηνὸς Ξανθικοῦ εἰκασενάτῃ …εραικο… ἀποστάσιον Μάρκου Ἰουλίου Ἀντιόχου στρατιώτου λεγεῶνος δ Σκυθικῆς …υλ…υστερ καὶ Ἀμίμμης Ὀνουκ… τῆς γυναικὸς αὐτοῦ. ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Οὐαλεριανοῦ β καὶ Γαλλιηνοῦ Σεβαστῶν, πρὸ δύο Καλανδῶν Μαείων …τ…ες… πέμπτου ξφ ἔτους, ἐν Κολωνείᾳ Εὐρωπαίων Σελεύκου Νεικάτορος τῇ ἱερᾷ καὶ ἀσύλῳ καὶ αὐτονόμῳ. Ἰούλιος Ἀντίοχος στρατιώτης τῆς ἐνθάδε οὐεξιλλατίωνοςλεγεῶνοςδ Σκυθικῆς Οὐαλεριανῆς Γαλλιηνῆς, ἑκατονταρχίας Ἀλεξάνδρου, καὶ Αὐρηλία Ἀμίμμα …ν… Δουρηνή, ἡ γυνὴ αὐτοῦ, επιπρ…οραχεοσα…εοσχρον…α…η…α…οξενδεειχοστ…ιονμ…αξ…κ… …αι καὶ ἀπαλλαγῆναι τῆς πρὸς ἀλλήλων κοινοβιώσεως καὶ νῦν ἐξομολογοῦνται ἀλλήλοις ὁ μὲν Ἀντίοχος τῇ Ἀμίμμᾳ παρεσχηκέναι πάντα ὅσα παρὰ αὐτῆς διακατεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου …λυ… αὐτῆς τῆς πρὸς Ἀντίοχον κοινοβιώσεως καὶ συντρειν αὐτῇ ἑτέρῳ ἀνδρὶ συναλλάξαι καὶ μήτε ἐνκαλεῖν μήτε ἐνκαλέσειν τῇ Ἀμίμμᾳ μήτε περὶ ἐνγράπτου ἢ ἀγράφου μήτε περὶ ἄλλου τινὸς ἁπλῶς τὸ σύνολον κατὰ μηδένα τρόπον …εφ… δὲ καὶ ὁμοίως καὶ ἡ Ἀμίμμα… τῷ Ἀντίοχῳ μὴ ἐνκαλεῖν μήτε ἐνκαλέσειν ἀλλὰ ἀπεσχηκέναι παρʼ αὐτοῦ πάντα ὅσα αὐτῆς διακατεῖχεν ὁ Ἀντίοχος καὶ μὴ ἐνκαλεῖν…η ἐνκαλέσειν νῦν μήτε περὶ ἐνγράπτου ἢ ἀγράφου μήτε περὶ ἄλλου τινὸς ἁπλῶς τὸ σύνολον κατὰ μηδένα τρόπον. ἐὰν δὲ μὴ …ετιμη…ε…ιλοσδ…π αὐτῶν, ἐμποιηθεὶς δέ τις ἐκνικήσῃ, τὴν μὲν ἐμποίησιν ἢ τὸ ἔνκλημα εἶναι ἄκυρον καὶ προσαποτείσειν ἀνεὺ λόγου καὶ κρίσεως τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δηνάρια χίλια καὶ τῷ ἱερωτάτῳ ταμιείῳ τὰ ἴσα καὶ τὸ ἀποστάσιον τοῦτο εἶναι καὶ οὕτως κύριον, …αιεφις …ὡς πίστεως ἐπερωτηθείσης καὶ ὁμολογουμένης. ἔχει δὲ καὶ ἀντισύνγραφον. Ἰούλιος Ἀντίοχος στρατιώτης, ὁ προγεγραμμένος, ὁμολογῶ πεποιηκέναι τὸ ἀποστάσιον ἀκολούθως τοῖς προγεγραμμένοις …Αὐρήλιος Οὐαλεντεῖνος Ἀντωνίνου, Δουρηνός, ἀξιωθείς, ἔγραψα ὑπὲρ Ἀμιμμης Ὀνουκ…σου, ἀγραμμάτου, ὁμολογούσης πεποιηκέναι …τα ὑποστάσιον. Πατροκλειανός στρατιώτης. Ἀββοῦις Ἀβ…ει…ιειο μαρτυρῶ. Iulius Scr…be…gal signavi. Ἀσκληπιόδοτος Ἀθηνοδώρου βουλευτὴς μαρτυρῶ. …