Ancient Greek
P.Eleph. 10
Documentary Papyri, P.Eleph. 10
Not analysed yet
Εὐφρόνιος Μίλωνι χαίρειν. ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολήν, ἐπιλαβὼν παρὰ τῶν τραπεζιτῶν τῶν ἐν τοῖς ἱεροῖς τὰ πεπτωκότα εἰς τὸ ἐν Ἀπόλλωνος πόλει τῆι μεγάληι ἱερὸν ὁμοίως δὲ καὶ τοῦ εἰσμεμετρημένου σίτου παρὰ τῶν πρὸς τοῖς θησαυροῖς ἀπὸ τοῦ πρωτίστου χρόνου ἕως τοῦ ἐνεστῶτος κατὰ μῆνα καὶ κατʼ ἔτος, διεστάλθω δὲ εἰς ἃ πέπτωκεν ἔτη, καὶ τοῦτο ποιήσας ἐπιμελῶς ἀπόστειλον ἡμῖν ἐπὶ τῶν διαδόχων, ὅπως μὴ διὰ ταῦτα κωλυώμεθα τῶν λοιπῶν ἐν ἑτοίμωι ὄντων τοὺς λόγους εἰς τὴν πόλιν καταπέμψαι· ἔστιν δὲ τὰ πεπτωκότα διὰ Θ…ου καὶ Ἄνδρωνος ὥστε ἐπακολουθεῖν. ἔρρωσο ἔτους κε Παῦνι κδ Μίλωνι