Ancient Greek
P.Eleph. 9
Documentary Papyri, P.Eleph. 9
Not analysed yet
Εὐφρόνιος Μίλωνι χαίρειν. παραγεινομένων ἡμῶν εἰς Ἀπόλλωνος πόλιν τὴν μεγάλην οὐχ εὕρομέν σε ἐπὶ τῶν τόπων, ἀλλʼ ἔφασάν σε εἶναι ἐν Συήνηι οὐκ ὀρθῶς οὖν ποιεῖς ἀναβαλλόμενος τὰ πράγματα. ὡς ἂν οὖν ἀναγνῷς τὴν ἐπιστολὴν, παραγενόμενος πρὸς ἡμᾶς ουλ… κομίζων πάντα τὰ γράμματα καὶ εἴ τι ἄλλο ᾠκονόμηκας καὶ ὧν πεποίησαι διαγραφῶν τὰ ἀντίγραφα, βουλόμεθα γὰρ συνλαλῆσαι περὶ ὧν ἐπέστειλα…οις λογ…ξίοις. ἔρρωσο ἔτους κε Θωῦθ κ