Ancient Greek
P.Eleph. 13
Documentary Papyri, P.Eleph. 13
Not analysed yet
Ἄνδρων Μίλωνι τῷ ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς ἐγὼ θέλω· ὑγίαινον δὲ καὶ αὐτός. παραγενομένου Σανῶτος ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν, ἣν ἀναγνοὺς ἐχάρην ἐπὶ τῶι με αἰσθέσθαι τὰ κατὰ σέ. ἐγὼ οὖν ἐπυνθανόμην τοῦ Σανῶτος, εἴ τι βούλοιτο ἐν τοῖς καθʼ ἡμᾶς τόποις, ὁ δὲ ἐπῄνει μόνον, ἐπέταξεν δʼ οὐθέν. περὶ δὲ τῶν εἴκοσι δραχμῶν οὔπω ἐκεκόμιστο Φίλων, Πιστοκλῆν γὰρ οὐχ εὑρήκειμεν. περὶ δὲ τοῦ οἰναρίου Πραξιάδης οὔπω εἰσελήλυθεν ἐξ ἀγροῦ, οὐκ οἶμαι δ αὐτὸν ἔχειν ἐξ ὧν ἡ μήτηρ αὐτοῦ ἀνήγγελλεν. εὐχαριστήσεις οὖν μοι σαυτοῦ τε ἐπιμελόμενος καὶ μὴ ὀκνῶν γράφειν ἡμῖν καὶ τί ἄν σοι ποιοῦντες χαριζοίμεθα. ἔρρωσο ἔτους κε Μεσορεὶ ιη Μίλωνι.