Ancient Greek
P.Eleph. 14
Documentary Papyri, P.Eleph. 14
Not analysed yet
ἐπὶ τοῖσδε πωλοῦμεν ἐφʼ οἷς …οἱ κυρωθέντες διορθώσονται εἰς τὸ βασιλικὸν κατʼ ἐνιαυτὸν τῶν μὲν ἀμπελώνων τοὺς καθήκοντας ἀργυρικοὺς φόρους καὶ τὴν γινομένην ἀπόμοιραν τῆι Φιλαδέλφωι, τῆς δὲ γῆς τὰ ἐπιγεγραμμένα σιτικὰ ἐκφόρια καὶ εἴ τι ἄλλο καθήκει πρὸς τὴν γῆν δίδοσθαι, τάξονται δὲ τὰς τιμὰς τῶν μὲν πιπτόντων εἰς τὸ βασιλικὸν ἐπὶ τὴν βασιλικὴν τράπεζαν τῶν δὲ εἰς τὸ των …ι τράπεζαν ἐν ἔτεσι γ, τῶν μὲν γερῶν τῆς πάσης τιμῆς τὸ τέταρτον μέρος χρυσίου ἢ ἀργυρίου τοῦ καινοῦ νομίσματος, τὸ δὲ λοιπὸν χαλκοῦ καὶ τὴν εἰθισμένην ἀλλαγὴν ὡς τῆι μνᾶι ιζ ὀ… τῶν δʼ ἄλλων ἐνγαίων χαλκοῦ καὶ τὴν εἰθισμένην ἀλλαγήν, προσδιορθώσονται δέ καταγώγιον τῆι μνᾶι τριώβολον καὶ τὴν καθήκουσαν ἑξηκοστὴν καὶ κηρύκειον τοῦ παντὸς χιλιοστήν, ὁ δὲ πριάμενος τῶν μὲν γερῶν λήψεται τὰς γινομένας καρπείας ἅμα τῶι τὴν α ἀναφορὰν διαγραφῆναι τῶι βασιλικῶι, τῆς δὲ γῆς κυριεύσει καὶ τῶν καρπῶν, ἐὰν ἦι ὑπὸ τῶν κυρίων κατεσπαρμένη· ἐὰν δὲ ᾖ μεμισθωμένη, διορθώσονται οἱ γεγεωργηκότες τὸ ἐκφόριον τῶι ἀγοράσαντι ἐκ τῶν πρὸς τοὺς γεωργοὺς συνγραφῶν, τῆς δὲ τιμῆς τάξονται παραχρῆμα τὸ τέταρτον μέρος, τὸ δὲ λοιπὸν ἐν ἔτεσι γ ἀπὸ τοῦ κε ἔτους τασσόμενοι κατʼ ἐνιαυτὸν τοῦ Ἐπεὶφ καὶ Μεσορὴ τὸ ἐπιβάλλον σωμάτιον, ἔκ τε κτηνῶν καὶ σκευῶν παραχρῆμα τὴν π…στὴν καὶ τὴν ἐνενηκοστὴν, κυριεύσουσιν δὲ καθʼ ἃ καὶ οἱ πρῶτον κύριοι ἐκέκτηντο· ἐξέσται δὲ τῶι βουλομένωι ὑπερβάλλειν, ἕως ἔτι ἐν τοῖς κύκλοις εἰσὶν ὅσωι ἂν βούληται, ὅταν δὲ ἀπὸ τῆς πράσεως γένωνται, τοῖς ἐπιδεκάτοις, μέχρι τοῦ τὴν α ἀναφορὰν διαγραφῆναι· τὰ δὲ πωλούμενα ἄπρατα ἐν ταῖς κατὰ τὸ διάγραμμα ἡμέραις ϛ.