Ancient Greek
P.Eleph. 15
Documentary Papyri, P.Eleph. 15
Not analysed yet
Πανίσκωι. τοῦ δοθέντος ἡμῖν ὑπομνήματος παρὰ Πινύριος τοῦ Ἐστφήνιος καὶ Βερενέβθιος τοῦ Ἐσφήνιος καὶ Ψινταῆτος τοῦ Ἐστφήνιος, ὁμοίως δὲ καὶ τοῦ …ὑποτέθεικά σοι τὸ ἀντίγραφον. ἐπεὶ οὖν …ι ει…ν τάξασθαι τὰς λοιπὰς γ ἀναφορὰς τὰς γενησομένας δι ἡμῶν, ἅμʼ ἐκχωροῦντες τῶι ξένωνι τῶν γ ἀναφορῶν ὅ ἐστιν δραχμαὶ σμ, οἱ δʼ ὑπογεγραμμένοι γεωργοὶ ἐπέδωκαν ἡμῖν ὑπόστασιν …ησα ἐντέταχά σοι τὰ ἀντίγραφα· δεξάμενος οὖν παρʼ αὐτοῦ κατὰ τὴν ὑποκειμένην διαγραφὴν ἀνένεγκε ἐν λήμματι κατὰ τὴν ὑποκειμένην διαγραφὴν . ἔτους κε Ἁθὺρ δ Πανίσκωι Ἀπολλωνοπολίτηι.