Ancient Greek
P.Eleph. 19
Documentary Papyri, P.Eleph. 19
Not analysed yet
Ἀπολλοδώρωι παρὰ Πατοῦτος τοῦ Παχόι. ὑφίσταμαι τῆς γῆς τῆς Πινύριος τοῦ Ἐσφήνιος καὶ Βερηνέπθιος τοῦ Ἐσφήνιος καὶ Ψινταῆτος τοῦ Ἐσφήνιος, ἧς λελυτρωμένοι εἰσὶν τῆς πεπραμένης ὑπὸ Μίλωνος ἀρουρῶν λ τῆς οὔσης ἐν Τμουνπσωβοθει. ἐπειδὴ ἔτι προσοφείλουσιν εἰς τὸ βασιλικὸν καὶ οὐ τεταγμένοι εἰσὶν ἐπὶ τὴν βασιλικὴν τράπεζαν, ἀξιῶ σε ἀνακαλέσασθαι Μίλωνα καὶ ἐπιτάξαι αὐτῶι, ὅπως πλεῖον γίνηται τῶι βασιλεῖ. εὐτύχει.