Ancient Greek
P.Eleph. 20
Documentary Papyri, P.Eleph. 20
Not analysed yet
Μίλωνι πράκτορι παρὰ Ξένωνος τοῦ Διονυσίου. ὑφίσταμαι τῶν Πινύριος τοῦ Πρενέβθιος ὑπαρχόντων, ὧν τὸ καθʼ ἓν ὑπόκειται παραλαβὼν τάξασθαι ἐπὶ τὴν βασιλικήν τράπεζαν τὰς λοιπὰς ἀναφορὰς τρεῖς, ἃς οὐ τέτακται Φαγας τοῦ Ἀβιήντου δραχμὰς χιλίας ὀγδοήκοντα, ὧν τὸ τέταρτον μέρος χρυσίου ἢ ἀργυρίου καινοῦ νομίσματος δραχμὰς διακοσίας ἑβδομήκοντα, καὶ τάξασθαι ἀπὸ τοῦ κε ἔτους ἐν ἔτεσιν τρισὶν ποιούμενος τὴν ἀναφορὰν ἐν τοῖς καθήκουσιν χρόνοις χρυσίου μὲν δραχμὰς ἐνενήκοντα, χαλκοῦ δὲ πρὸς ἄργυρον δραχμὰς διακοσίας ἑβδομήκοντα γίνονται δραχμαὶ τριακόσιαι ἑξήκοντα· οἰκίας τῆς οὔσης ἐν Ἀπόλλωνος πόλει τῆι μεγάληι καὶ ἄλλης τὸ ἥμισυ καὶ γῆς τῆς ἐν Πετλαρης ἐν Τσενανη ἀρουρῶν δύο τὸ ἥμισυ καὶ ἄλλης γῆς τῆς ἐν Τκοιτόου ἀρουρῶν λ προσούσης τῆς νησιώτιδος τὸ ἥμισυ ἀρούρας ιε, ὡσαύτως παστοφόριον ἐν Τεντύρει ἐντὸς τείχους· τῆς μὲν οἰκίας καὶ τὴν γῆν τὴν ἐν Τσενανη δραχμῶν χπ, τὸ δὲ παστοφόριον καὶ τὴν ἄλλην γῆν δραχμῶν υ, ὥστʼ εἶναι δραχμὰς Απ, προσδιορθώσομαι δὲ καὶ τὴν ἑξηκοστὴν καὶ τὰ λοιπὰ τὰ καθήκοντα. ἔτους κε Παῶφι …ζ 20ἐπιστολαί