Ancient Greek
P.Eleph. 24
Documentary Papyri, P.Eleph. 24
Not analysed yet
Μίλωνι πράκτορι ἱερῶν παρὰ Φατρέους Παλήυιος. τῆς Ψενταῆτος μεγάλου Ἐστφήνιος οἰκίας α καὶ ἡμίσους καὶ τοῦ ἐν τῶι ἱερῶι παστοφορίου καὶ τοῦ γέρως καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων αὐτῶι ἐγγαίων, καθότι ἂν ἡμῖν ἐπιδείξωσιν οἱ βασιλικοὶ γραμματεῖς, ὑφίσταμαι δώσειν εἰς τὸ βασιλικὸν ἐν ἔτεσι δ χαλκοῦ Ασ. καὶ τοῦ ἐν Ῥενεβειος παστοφορίου τοῦ ἐντὸς τοῦ ἱεροῦ ὁμοίως π. εὐτύχει.