Ancient Greek
P.Eleph. 25
Documentary Papyri, P.Eleph. 25
Not analysed yet
Μέλωνι τῶι παρὰ Εὐφρονίου πράκτορι τῶν ἱερῶν παρὰ Τατρ…απ…ρατου. ἐάν μοι προσβάλληις τὴν Πτώμφιος τοῦ Ἐστφήνιος τοῦ γενομένου ἀρχιερέως τοῦ Ἀπόλλωνος ἐν τῶι οἰκίαν, τάξομαι ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἐν ἔτεσιν τέσσαρσιν καθότι καὶ τοῖς λοιποῖς πεποίηται χαλκοῦ δραχμὰς διακοσίας . ἔρρωσο.