Ancient Greek
P.Eleph. 3
Documentary Papyri, P.Eleph. 3intdupl
Not analysed yet
βασιλεύοντος Πτολεμαίου ἔτους μα ἐφʼ ἱερέως εὐρέου τοῦ Προίτου τῶι γ ἔτει μηνὸς Ἀρτεμισίου κατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Παντάρκους Ἀντιπάτρωι Ἀρκάδι τροφεῖα ὑπὲρ αὑτῆς ἀργυρίου δραχμὰς τ. μὴ ἐξέστω δὲ Ἀντιπάτρωι ἐπελθεῖν ἐπʼ Ἐλάφιον εἰσπράττοντι τροφεῖα ἢ καταδουλούμενον παρευρέσει μηδεμιᾶι μηδʼ ἄλλωι ὑπὲρ Ἀντιπάτρου. εἰ δὲ μὴ ἥ τʼ ἔφοδος αὐτοῖς ἄκυρος ἔστω καὶ ἀποτεισάτω Ἀντίπατρος Ἐλαφίωι ἢ τῶι ὑπὲρ Ἐλαφίου πορευομένωι ἐπίτιμον δραχμὰς Γ. ἡ δέ συνγραφὴ ἥδε κυρία ἔστω πανταχῆι οὗ ἂν ἐπιφέρηι Ἐλάφιον κατʼ Ἀντιπάτρου ἢ ἄλλος ὑπὲρ Ἐλαφίου πράσσων καθάπερ Ἐλαφίωι γέγραπται. μάρτυρες Παγκράτης Ἀρκάς, Καφισίας Φωκεύς, Δίφιλος Φωκεύς, Ἐπίνικος Χαλκιδεύς, Ἀθηναγόρας Ἀλεξανδρεύς, Ξενοκλῆς Ῥόδιος Παγκράτους Ἀντιπάτρου Διφίλου συγγραφοφύλαξ Παγκράτης Ἐπινίκου Ξενοκλέους Καφισίου Ἀθηναγόρου