Ancient Greek
P.Eleph. 4
Documentary Papyri, P.Eleph. 4intdupl
Not analysed yet
βασιλεύοντος Πτολεμαίου ἔτους μα ἐφʼ ἱερέως εὐρέου τοῦ Προίτου τῶι γ ἔτει μηνὸς Ὑπερβερεταίου. κατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Δίωνος Παντάρκει Ἀρκάδι τροφεῖα ὑπὲρ αὑτῆς ἀργυρίου δραχμὰς τετρακοσίας . μὴ ἐξέστω δὲ Παντάρκει ἐπελθεῖν ἐπʼ Ἐλάφιον εἰσπράττοντι τροφεῖα ἢ καταδουλούμενον παρευρέσει μηδεμιᾶι μηδʼ ἄλλωι ὑπὲρ παντάρκους μηθενί. εἰ δὲ μὴ ἥ τε ἔφοδος αὐτοῖς ἄκυρος ἔστω καὶ ἀποτεισάτω Παντάρχης Ἐλαφίωι ἢ τῶι ὑπὲρ Ἐλαφίου πορευομένωι ἐπίτιμον δραχμὰς μυρίας . ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι οὗ ἂν ἐπιφέρηι Ἐλάφιον κατὰ Παντάρκους ἢ ἄλλος ὑπὲρ Ἐλαφίου πράσσων καθάπερ καὶ Ἐλαφίωι γέγραπται. μάρτυρες Κλεόνικος Ἀρκάς, Νικαγόρας Κυρηναῖος, Ῥοδοκλῆς Αἰγινήτης, Ἀφροδίσιος Σιδώτης, Διονύσιος Μάγνης, Θαλίαρχος Κυρηναῖος. συγ-γραφοφύλαξ Νικαγόρας. συγγραφὴ Ἐλαφίου πρὸς Παντάρκη τροφεῖα κατέβαλε δραχμὰς Γ Δίωνος Νικαγόρου Ῥοδοκλέους Παντάρκους Ἀφροδισίου Ἐλαφίου Κλεονίκου Θαλιάρχου Διονυσίου ἐχρήσατο παρα φι…