Ancient Greek
P.Eleph. 8
Documentary Papyri, P.Eleph. 8
Not analysed yet
Εὐφρονίωι …παρὰ Πατ… τοῦ Θοτσύθμιος. ἐμφανίζω σοι Ὧρον Πασᾶτος ταριχεύτην ἐγλαβόντα εἰς …ν… τὸ συναγόμενον ἀργύριον εἰς τὸ ἱερὸν ἀπὸ τῶν ταριχειῶν χαλκοῦ δραχμὰς Βω ἤδη καταβεβληκέναι αὐτὸν εξω δραχμὰς Βσ, ὥστε καταλείπεσθαι χαλκοῦ δραχμὰς χ, καὶ τοῦτο ὀφείλει ἕως τοῦ …την ὃ καὶ ἀναγράφεται εἰς αὐτὸν διὰ τῶν ἱερογραμματέων. οὗτος δὲ δυνατός ἐστιν εἰσενέγκαι καὶ ἔνγυον ἱκανόν, ἐπεὶ Πασᾶς ὁ πατὴρ αὐτοῦ πρώην ἐποιήσατο ἔγλημψιν χαλκοῦ δραχμῶν ρξ …