Ancient Greek
P.Enteux. 1
Documentary Papyri, P.Enteux. 1
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πάτρων. ἀδικοῦμαι ὑπὸ Νικοστράτου, ὃς ἐδευτέρευσεν Ἀντισθένει …ν τὴν Λίμνην …ι ἐπὶ τῶν βυβλίων ἦν. ἐμοῦ δὲ ἐξειληφότος παρὰ Ἀντισθένους κώμας Στοτο…ουν καὶ Φερμοῦθιν, ἐπιβληθεισῶν δὲ …βασιλικῶν …ριων συναπο… τὰ ἔρια λαβεῖν παρὰ τῶν ποιμένων, οὐκ ἔφασαν ἔχειν ἀλλʼ ἢ εἰς συρίας …,ἃ λαβὼν ἐγὼ καὶ κατασκευάσας ἀπέδωκα Νικοστράτωι· ὧν νῦν τὴν τιμὴν εἰσπράσσομαι ἐκ δευτέρας. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, τὴν ἔντευξίν μου ἀποσταλῆναι πρὸς τὸν στρατηγὸν τὸν ἐν τῆι Λίμνηι ὄντα ,ἐὰν ἐνδείξωμαι Νικόστρατον κεκομισμένον παρʼ ἐμοῦ τὰς συρίας ὧν τὰ ἔρια ἔλαβον παρὰ τῶν ποιμένων ἐπαναγκασθῆναι Νικόστρατον τὸ δίκαιόν μοι ὑποσχεῖν ὑποδύει γὰρ ὑπὸ τοὺς οἰκονόμους τοὺς παραγινομένους εἰς τὴν Λίμνην, διὸ οὐ δύναμαι παρʼ αὐτοῦ τὸ δίκαιον λαβεῖν. ἔτους κζ· ἐνεβλήθη Λώιου. εὐτύχει. ἔρρωσο· ἔτους κζ, Γορπιαίου θ. ἐντεύξεις καὶ ἀντίγραφα αὐτῶν