Ancient Greek
P.Enteux. 2
Documentary Papyri, P.Enteux. 2
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἁρμεῦσις ἐριέμπορος, τῶν κατοικούντων ἐν Κροκοδείλων πόλει. ἀδικοῦμαι ὑπὸ Σεῶτος Ἰουδαίου, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀποδόμενος γάρ μοι ἐρίων νόθων πόκους ριη ἀνὰ δραχμὰς δ πεντώβολον χαλκοῦς 2, οὓς συνηγόρακα Ἀμύνται ὥστε …ειαν ἀπὸ τῆς βασιλικῆς παραβολῆς, καὶ λαβὼν παρʼ ἐμοῦ ἀρραβῶνα δραχμὰς οϛ, ἐφʼ ὧι τὸ λοιπὸν …ἀποδώσω αὐτῶι ὅταν κείρω τὰ ἔρια, Σεῶς ἐπελθὼν ἐπὶ τὴν π…μναν πεπ…υκε καὶ ἐ… καὶ κέκαρκε καὶ ἀπενήνεκται πρὸς αὑτόν, ἀπαιτούμενός τε ὑπʼ ἐμοῦ τὰ ἔρια οὐκ ἀποδίδωσι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι ὅπως γράφηι …τῶι ἐπιστάτῃ ἀποστεῖλαι τὸν Σεῶν ἐπὶ Διοφάνην τὸν στρατηγὸν ὅπως, ἐὰν φαίνηται …τὰ ἔρια καὶ εἰληφὼς ἀρραβῶνα, ἐπαναγκάσηι αὐτὸν ἀποδοῦναί μοι τὰ ἔρια. τούτου γὰρ γενομένου, ἐγώ τε οὐκ ἀδικηθήσομαι, τά τε τέλη τὰ ὀφειλόμενα κατʼ Ἀλεξάνδρειαν …Ἀμύντας ὧι συνηγόρακα καὶ πλείω φόρτον, ἀλλὰ ἐπὶ σέ, βασιλεῦ, καταφυγόντες, τὸν πάντων κοινὸν σωτῆρα, τευξόμεθα τοῦ δικαίου. …ἔτους δ, Δίου γ, Φαμενὼθ κζ. Ἁρμιῦσις ἐριέμπορος πρὸς Σεῶν περὶ ἐρίων.