Ancient Greek
P.Enteux. 18
Documentary Papyri, P.Enteux. 18
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν …ις Ὥρου, γεωργὸς βασιλικός, ἐκ τῆς Ἀλεξάνδρου νήσου. ἀδικοῦμαι ὑπὸ …καὶ …καὶ Σοβχανώπιος, τῶν τούτου ἀδελφῶν οἳ καί εἰσιν νεώτεροι ἀδελφοὶ τοῦ πατρός μου …ος Ὥρου τελευτήσαντος ἰσχύων καταλιμπάνει οἰκίαν καὶ φοινικῶνα καὶ …ἀφʼ ὧν καθήκει τῶι πατρί μου Ὥρωι τὰ δύο μέρη, διὰ τὸ πρεσβύτερον αὐτῶν υἱὸν εἶναι …υ …ντος τῶν ὄντων, νυνὶ δὲ ἐκβάλλομαι ὑπὸ τῶν προγεγραμμένων καὶ ου …Ὥρου, τῆι βίαι χρώμενοι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, συντάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι …τῶι ἐκεῖ ἐπιστάτηι ἀποστεῖλαι αὐτοὺς ἐπὶ Διοφάνην καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, ἐπαναγκάσαι αὐτοὺς ἀποδοῦναί μοι τὸ μέρος τὸ καθῆκον τῶι πατρί μου, ἵνα διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινον σωτῆρα, τοῦ δικαίου τύχω. εὐτύχει. …. μάλιστα μὲν διάλυσον αὐτοὺς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ.