Ancient Greek
P.Enteux. 19
Documentary Papyri, P.Enteux. 19
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Διόδωρος. ἀδικοῦμαι ὑπὸ Δαμασίππας, τῆς ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος. ἐμοῦ γὰρ κεκομικότος παρὰ Δωσιθέου πρόσταγμα περὶ τῶν Διογένους τοῦ Ῥοδοκλέους, τοῦ οἰκείου μου ὑπαρχόντων διὰ τὸ καθήκειν μοι τὴν κληρονομίαν κατὰ τοὺς νόμους, καὶ ὑπαρχόντων αὐτῶι ἐν τῇ Δικαίου κώμηι θεσμοφορίου Δήμητρος καὶ τῶν συνκυρόντων, ὡσαύτως δὲ καὶ ἄλλου ἐν Ὀξυρύγχοις, Δαμασίππα φαμένη οἰκεία …αν…ιν… διαίρεσιν τῶν κατὰ τὴν κληρονομίαν ταύτην, ἐμοῦ ὄντος ἐν Ἀλεξανδρείαι …εν ἐν τῆι Δικαίου κώμηι δέδωκ…ν ἔχειν καὶ καρπίζεσθαι …ε…ε… ἔτους …Διόδωρος πρὸς Δαμασίππαν περὶ κληρονομίας.