Ancient Greek
P.Enteux. 3
Documentary Papyri, P.Enteux. 3
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν …τῆς ἐπιγονῆς, ἐκ Πτολεμαίδος τῆς τῶν Ἀράβων. ἀδικοῦμαι ὑπὸ …τιμὴν ἐρίων τῶν ὄντων ἐπὶ τῶν προβάτων ἐπιπόκων …τιμῆς τῆς συγχωρηθείσης πρὸς ἀλλήλους πόκους τε …παραχρῆμα καὶ μὴ κύριον αὐτὸν εἶναι ἄνευ ἐμοῦ κεῖραι τὰ ἔρια …ἀπαιτούμενος τὰ ἔρια ἀποδέδωκέν μοι πόκους μ, τοὺς δὲ λοιποὺς …δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, συντάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι …τῶι ἐπιστάτηι ἐπισκέψασθαι περὶ τούτων καὶ, ἐὰν ἦι ταῦτα ἀληθῆ, συνσχεῖν …ε… ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην εἰς κρίσιν, ἵνα διὰ σέ, βασιλεῦ, …τοῦ δικαίου τύχω. εὐτύχει. …μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ.